Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.199 Joseph. AJ 20.204 (English) >>Joseph. AJ 20.211

20.202τινὲς δʼ αὐτῶν καὶ τὸν Ἀλβῖνον ὑπαντιάζουσιν ἀπὸ τῆς Ἀλεξανδρείας ὁδοιποροῦντα καὶ διδάσκουσιν, ὡς οὐκ ἐξὸν ἦν Ἀνάνῳ χωρὶς τῆς ἐκείνου γνώμης καθίσαι συνέδριον. 20.203Ἀλβῖνος δὲ πεισθεὶς τοῖς λεγομένοις γράφει μετʼ ὀργῆς τῷ Ἀνάνῳ λήψεσθαι παρʼ αὐτοῦ δίκας ἀπειλῶν. καὶ βασιλεὺς Ἀγρίππας διὰ τοῦτο τὴν Ἀρχιερωσύνην ἀφελόμενος αὐτὸν ἄρξαντα μῆνας τρεῖς Ἰησοῦν τὸν τοῦ Δαμναίου κατέστησεν. 20.204

Ἐπεὶ δʼ ἧκεν Ἀλβῖνος εἰς τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν, πᾶσαν εἰσηνέγκατο σπουδὴν καὶ πρόνοιαν ὑπὲρ τοῦ τὴν χώραν εἰρηνεύεσθαι τοὺς πολλοὺς τῶν σικαρίων διαφθείρας. 20.205 δὲ ἀρχιερεὺς Ἀνανίας καθʼ ἑκάστην ἡμέραν ἐπὶ μέγα προύκοπτε δόξης καὶ τῆς παρὰ τῶν πολιτῶν εὐνοίας τε καὶ τιμῆς ἠξιοῦτο λαμπρῶς· ἦν γὰρ χρημάτων ποριστικός· καθʼ ἡμέραν γοῦν τὸν Ἀλβῖνον καὶ τὸν ἀρχιερέα δώροις ἐθεράπευεν. 20.206εἶχεν δʼ οἰκέτας πάνυ μοχθηρούς, οἳ συναναστρεφόμενοι τοῖς θρασυτάτοις ἐπὶ τὰς ἅλωνας πορευόμενοι τὰς τῶν ἱερέων δεκάτας ἐλάμβανον βιαζόμενοι καὶ τοὺς μὴ διδόντας οὐκ ἀπείχοντο τύπτειν, 20.207οἵ τε ἀρχιερεῖς ὅμοια τοῖς ἐκείνου δούλοις ἔπρασσον μηδενὸς κωλύειν δυναμένου. καὶ τῶν ἱερέων τοὺς πάλαι ταῖς δεκάταις τρεφομένους τότε συνέβαινε θνήσκειν τροφῆς ἀπορίᾳ. 20.208

Πάλιν δʼ οἱ σικάριοι κατὰ τὴν ἑορτήν, ἐνειστήκει γὰρ αὕτη, διὰ νυκτὸς εἰς τὴν πόλιν παρελθόντες συλλαμβάνουσι ζῶντα τὸν γραμματέα τοῦ στρατηγοῦντος Ἐλεαζάρου, παῖς δʼ ἦν οὗτος Ἀνανίου τοῦ ἀρχιερέως, καὶ δήσαντες ἐξήγαγον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.199 Joseph. AJ 20.204 (English) >>Joseph. AJ 20.211

Powered by PhiloLogic